ΑΡΘΡΑ

Μεγασθένης ὁ Μέγας

Εὐμήχανος Μοσχονάς

Μεγασθένης ὁ τὰ Ἰνδικὰ Ἑλληνιστὶ γεγραφὼς, δικαίως ὁμολογεῖταὶ γὲ παρὰ πάντων, καὶ δή τῶν Ἰνδῶν, πατὴρ τῆς τῶν Ἰνδιῶν ἱστορίας εἶναι.Πρῶτος γὰρ οὗτος τετράτομον ἔργον γέγραφε, καλούμενον Ἰνδικὰ, περὶ τῆς γεωγραφίαςκαὶ ἱστορίας τῶν Ἰνδιῶν. Ἕλλην ἐξ Ἰωνίας τὸ γένος ὤν, κατὰ Ἀλέξανδρον τὸν μέγαν βασιλεύοντα τὸ πλεῖστον τοῦ βίου ἒζησεν.

Τριακονταέτης γενόμενος ὅδε ὁ δαιμόνιος Ἕλλην, ἀμφὶτὸ 320, τὸ ἀξίωμα τοῦ πρέσβεως ἐδέξατο παρὰ τοῦ Σελεύκου Α΄ τοῦ Νικάτορος. Οὕτως οὐ μόνον τό τῆς πολιτείας ἀξίωμα ἔχων ἀλλὰ καὶ ἐν ἀξιώματι ὢν ὑπὸ πάντων τῶν ἀστῶν, παρὰ τοὺς Ἰνδοὺς ἐπρεσβεύσατο ὑπὲρ γὲ τὰ δέκα ἔτη ἐν τοῖς ἀνακτόροις τοῦ Τσαντραγκούπτα Μαουρύα τῆς πόλεως Παταλιπούτρα, νῦν καλουμένη Πάτνα.

Ἴδετε τὴν εἰκόνα, ὦ φίλοι, ἐν ᾗ ὁ Μεγασθένης πρὸ τοῦ Τσαντραγκούπτα ἵσταται τοῦ νυμφευσαμένου τὴν Σελεύκου θυγατέρα Ἐλένην.

Μεγασθένης κατὰ τὸ ἔθος τοῦ Ἠροδότου τε Ἐκαταίουτε Σκύλακος καὶ Κτησίου παράδειγμα ποιούμενος αὐτοὺς τοῦ γράφειν, γέγραφε τὰκαλούμενα Ἰνδικὰ. Λέγεται δὲ ὅτι Στράβων τε καὶ Ἀρριανός κατὰ τὸ Μεγασθένους ἔθοςτὰ ἑαυτῶν ἔργα γεγράφασιν.

Μεγασθένης κατὰ τὸ ἔθος τοῦ Ἠροδότου τε Ἐκαταίου τε Σκύλακος καὶ Κτησίου παράδειγμα ποιούμενος αὐτοὺς τοῦ γράφειν, γέγραφε τὰ καλούμενα Ἰνδικὰ. Λέγεται δὲ ὅτι Στράβων τε καὶ Ἀρριανός κατὰ τὸ Μεγασθένους ἔθος τὰ ἑαυτῶν ἔργα γεγράφασιν. Ἐν τοῖς τοῦ Μεγασθένους ὑπομνήμασιν ἔξεστι τινὰ ἀναγνῶσαι οὐ μόνον τοὺς καλουμένους Ἰνδικοὺς μύθους ἀλλὰ καὶ πολλὰ τῶν γεωγραφικῶν καὶ ἐθνολογικῶν περὶ τῶν Ἰνδιῶν.

Ἐν τοῖς πρώτοις λόγοις, ἐν τῇ πρώτῃ τῶν Ἰνδικῶν, ὁ Μεγασθένης μάλιστα πάντων φανερὸν ποεῖ τοῖς πᾶσιν τὴν τοῦ Ἡρακλέους καὶ Διονύσου ἔλευσιν εἰς Ἰνδίαν κατὰ τὸ πάνυ παλαιὸν. Μάλιστα δὲ πάντων φανερὸν ποεῖ τήν Ἡρακλέους λατρείαν (Σίβα) ἀλλά καὶ τὴν Διονύσου (Κρίσνα)! Τούς μὲν ὀρεινοὺς τῶν φιλοσόφων ὑμνητὰς εἶναι τοῦ Διονύσου δεικνύντας τεκμήριον τὴν ἄμπελον,τούς δὲ πεδινούς τοῦ Ἡρακλέους, λέγεται. Ἄξιον δὲ προσοχῆς ἐστι ὅτι οὔκ ἐστι οὐδὲν ἐν τοῖς γεγραμένοις περὶ Βουδισμοῦ. Ἐκ τούτου δὲ πάρεστι ἰδεῖν ὅτι ὁ νῦν καλούμενος Βουδισμὸς ὡς ἀληθῶς ἤρξατο κρατεῖν ἅμα τῇ ἀναλήψει τῆς ἀρχῆς ὑπὸ τοῦ Ἀσόκα. Πρὸς τούτοις Μεγασθένης τὴν εὐδαιμονίαν τῆς Ἰνδικῆς φανερὰ ποιεῖ λέγων ὅτι δίκαρπὸντε καὶ δίφορον εἶναι, ἀφόρου μηδέποτε οὔσης!

Οὕτως ἡ Ἰνδικὴ γῆ παρέχει τοῖς ἐνοικοῦσιν σήσαμον, ὄρυζα ἀλλά καὶ πυροὺς, ὄσπρια, καὶ ἄλλους καρποὺς ἐδωδίμους. Καὶ περὶ θηρίων, ὄφεων, λίθων, ὑδάτων, πιθήκων, κυνῶν, μυρμήκων, ἀλλὰ καὶ περὶ δυσβάτων καὶ ἐνθήρων ὄρεων, δένδρων φυομένων ἐν τῇ θαλάττῃ, πολλά διηγεῖται ὁ Μεγασθένης ἐν τοῖς ὑπομνήμασιν. Ἔτι δὲ λέγει ὅτι τοῖς ἀποθανοῦσιν οἱ Ἰνδοὶ μνημεῖα οὐ ποιοῦσιν ἀλλὰ τὰς ἀρετὰς μόνον τῶν ἀποθανουμένων εἰς μνήμην τίθενται, ὠδὰς ποιούμενοι  περὶ τῶν ἀρετῶν αἵ αὐτοῖσιν ἀεὶ ἐπάδονται! Εὐτελεῖς δὲ πάντες οἱ Ἰνδοὶ κατὰ τὴν δίαιταν διατελοῦσιν ὄντες.Ἴππον δὲ καὶ ἐλέφαντα οὐκ ἔξεστιν ἰδιώτην τρέφειν. Ἐκ τούτων, ὦ φίλοι, δῆλον ἐστὶν ὅτι τῶν μεγίστων Ἑλλήνων ὁ Μεγασθένης ἔτι καὶ νῦν ἐστιν. Ὀρθῶς δὲ καὶ δικαίως ὁ πατὴρ τῆς Ἰνδῶν ἱστορίας ὁμολογεῖται. Χαίρετε.

Καταβίβασον δὲ καὶ ἀνάγνωθι τὰ Μεγασθένους Ἰνδικὰ ΕΝΤΑΥΘΑ.